Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.29 Dem. 25.32 (English) >>Dem. 25.35

25.31 καὶ θαυμαστόν ἐστιν, εἴ τις ὑμῶν ἀγνοεῖ ὅτι ἐπὶ μὲν καλὸν χρηστὸν τῆς πόλεως ἄξιον πρᾶγμʼ οὐδὲν οὗτός ἐστι χρήσιμος (μὴ γάρ, Ζεῦ καὶ θεοί, τοσαύτη σπάνις ἀνδρῶν γένοιτο τῇ πόλει ὥστε παρʼ Ἀριστογείτονος τῶν καλῶν τι ποιήσασθαιἐφʼ δʼ ἂν καὶ χρήσαιτό τις τοιούτῳ θηρίῳ, ἀπεύχεσθαι τοῖς θεοῖς μὴ γενέσθαι δεῖ. εἰ δʼ ἄρα συμβαίη, μεῖζόν ἐστιν εὐτύχημα τῇ πόλει ἀπορῆσαι τοὺς βουλομένους ἐξαμαρτεῖν διʼ οὗ τοῦτο ποιήσουσιν, τοῦτον ἀφειμένον αὐτοῖς ἕτοιμον ὑπάρξαι. 25.32τί γὰρ οὗτος ὀκνήσειεν ἄν, ἄνδρες Ἀθηναῖοι, τῶν ἀνηκέστων δεινῶν, ἄνθρωπος μιαρὸς καὶ πατρικῆς ἔχθρας πρὸς τὸν δῆμον ἀνάμεστος; τίς δʼ ἂν ἄλλος μᾶλλον, μὴ γένοιτο, ἀνατρέψειεν τὴν πόλιν, εἰ λάβοιτʼ ἐξουσίας; οὐχ ὁρᾶθʼ ὅτι τῆς φύσεως αὐτοῦ καὶ πολιτείας οὐ λογισμὸς οὐδʼ αἰδὼς οὐδεμία, ἀλλʼ ἀπόνοιʼ ἡγεῖται, μᾶλλον δʼ ὅλον ἔστʼ ἀπόνοιʼ τούτου πολιτεία; μέγιστον μέν ἐστιν αὐτῷ τῷ ἔχοντι κακόν, δεινὸν δὲ καὶ χαλεπὸν πᾶσι, πόλει δʼ οὐκ ἀνεκτόν. γὰρ ἀπονενοημένος ἅπας ἑαυτὸν μὲν προεῖται καὶ τὴν ἐκ λογισμοῦ σωτηρίαν, ἐκ δὲ τοῦ παραδόξου καὶ παραλόγου, ἐὰν ἄρα σωθῇ, σῴζεται. 25.33τίς ἂν οὖν εὖ φρονῶν αὑτὸν ἂν τὰ τῇ πατρίδι συμφέροντα ταύτῃ συνάψειεν; τίς οὐκ ἂν εἰς ὅσον δυνατὸν φεύγοι, καὶ τὸν ἔχοντα ταύτην ἐκποδὼν ποιήσαιτο, ἵνα μηδʼ ἄκων αὐτῇ ποτε περιπέσῃ; οὐκ ἀπονοίας, ἄνδρες Ἀθηναῖοι, τοὺς ὑπὲρ πατρίδος βουλευομένους δεῖ ζητεῖν ὅτῳ κοινωνήσουσιν, ἀλλὰ νοῦ καὶ φρενῶν ἀγαθῶν καὶ προνοίας πολλῆς. ταῦτα μὲν γὰρ εἰς εὐδαιμονίαν ἄγει πάντας ἀνθρώπους, ἐκείνη δʼ οἷ τοῦτον ἀπελθεῖν δεῖ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.29 Dem. 25.32 (English) >>Dem. 25.35

Powered by PhiloLogic